Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.15 Dem. 30.18 (English) >>Dem. 30.21

30.17ἀλλὰ μὴν ὡς ἐγήματο μὲν γυνὴ καθʼ ὃν ἐγὼ λέγω χρόνον, ἀντίδικοι δʼ ἡμεῖς ἤδη πρὸς ἀλλήλους ἐν τῷ μεταξὺ χρόνῳ κατέστημεν, ὕστερον δʼ ἐγὼ τὴν δίκην ἔλαχον τὴν ἀπόλειψιν οὗτοι πρὸς τὸν ἄρχοντʼ ἀπεγράψαντο, λαβέ μοι καθʼ ἕκαστον ταύτας τὰς μαρτυρίας.Μαρτυρία

μετὰ τοίνυν τοῦτον τὸν ἄρχοντα Κηφισόδωρος, Χίων. ἐπὶ τούτων ἐνεκάλουν δοκιμασθείς, ἔλαχον δὲ τὴν δίκην ἐπὶ Τιμοκράτους. λαβὲ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

30.18ἀνάγνωθι δὲ καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

δῆλον μὲν τοίνυν καὶ ἐκ τῶν μεμαρτυρημένων, ὅτι τὴν προῖκʼ οὐ δόντες, ἀλλʼ ἐπὶ τῷ διασῴζειν Ἀφόβῳ τὴν οὐσίαν ταῦτα τολμῶσι πράττειν. οἳ γὰρ ἐν τοσούτῳ χρόνῳ καὶ ὀφειλῆσαι καὶ ἀποδοῦναι καὶ τὴν γυναῖκʼ ἀπολιπεῖν καὶ οὐ κομίσασθαι καὶ τὸ χωρίον ἀποτιμήσασθαί φασιν, πῶς οὐ φανερὸν ὅτι προστάντες τοῦ πράγματος τὰ γνωσθένθʼ ὑφʼ ὑμῶν ἀποστερῆσαί με ζητοῦσιν; 30.19ὡς δὲ καὶ ἐξ ὧν αὐτὸς οὗτος καὶ Τιμοκράτης καὶ Ἄφοβος ἀπεκρίναντο, οὐχ οἷόν τʼ ἀποδεδόσθαι τὴν προῖκα, ταῦτʼ ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. ἐγὼ γάρ, ἄνδρες δικασταί, τούτων ἕκαστον ἠρόμην πολλῶν ἐναντίον μαρτύρων, Ὀνήτορα μὲν καὶ Τιμοκράτην, εἴ τινες εἶεν μάρτυρες ὧν ἐναντίον τὴν προῖκʼ ἀπέδοσαν, αὐτὸν δʼ Ἄφοβον, εἴ τινες παρῆσαν ὅτʼ ἀπελάμβανεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.15 Dem. 30.18 (English) >>Dem. 30.21

Powered by PhiloLogic